Delphi complete works of.., p.56

  Delphi Complete Works of Quintus Smyrnaeus, p.56

Delphi Complete Works of Quintus Smyrnaeus
Select Voice:
Brian (uk)
Emma (uk)  
Amy (uk)
Eric (us)
Ivy (us)
Joey (us)
Salli (us)  
Justin (us)
Jennifer (us)  
Kimberly (us)  
Kendra (us)
Russell (au)
Nicole (au)



Larger Font   Reset Font Size   Smaller Font  

Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο

  415 μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν

  νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θ᾽ ἅμα λαῶν

  ἐν πολέμῳ: τὸ δ᾽ ἄρ᾽ ἤδη ὑπ᾽ Εὐρυπύλοιο χέρεσσι

  μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,

  εἰ μὴ ἄρ᾽ αἶψ᾽ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς

  420 βαλλόμεν᾽ ἕρκεα μακρά: θοῆς δ᾽ ἄφαρ ἔκθορε νηός,

  θαρσαλέως δ᾽ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον:

  ‘ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι

  σήμερον: ἀλλ᾽ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες

  ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν:

  425 ἤδη γὰρ πύργοισιν ἐφ᾽ ἡμετέροισι μάχονται

  Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ

  ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ᾽ αἰνῶς:

  νῶϊν δ᾽ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν

  ἔσσεται: ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες

  430 κεισόμεθ᾽ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.’

  ὣς φάτο: τοὶ δ᾽ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν

  πανσυδίῃ: πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας

  νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκ᾽ ἐῴκει

  πατρὶ φίλῳ μέγα κάρτος: ἔρως δέ οἱ ἔμπεσε χάρμης.

  435 καρπαλίμως δ᾽ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος:

  ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο:

  πολλὰ δ᾽ ἄρ᾽ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,

  ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων

  ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.

  440 ἔνθ᾽ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια

  δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ:

  αὐτὰρ Ὀδυσσεὺς δύσαθ᾽ ἅ οἱ Ἰθάκηθεν ἕποντο:

  δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη

  κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν:

  445 υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,

  καί οἱ φαίνετο πάμπαν ἀλίγκιος: ἀμφὶ δ᾽ ἐλαφρὰ

  Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,

  καίπερ ἐόνθ᾽ ἑτέροισι πελώρια: τῷ δ᾽ ἅμα πάντα

  φαίνετο τεύχεα κοῦφα: κάρη γε μὲν οὔτι βάρυνε

  πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν

  450 Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν

  ῥηιδίως ἀνάειρεν ἔθ᾽ αἵματος ἰσχανόωσαν.

  Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο

  καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς

  πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός:

  455 ὡς δ᾽ ὅτ᾽ ἀν᾽ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ

  ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν

  ἀνέρες, οὕς τ᾽ ἀνέμοιο καταιγίδες ἀντιόωσαι

  εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δ᾽ ἀλεγεινοὶ

  νηὶ περιτρωχῶσι, καταφθινύθει δ᾽ ἄρα πάντα

  460 ἤια, τειρομένοισι δ᾽ ἐπιπνεύσῃ λιγὺς οὖρος:

  ὣς ἄρ᾽ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν

  ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι

  ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.

  ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,

  465 ὅς τε κατ᾽ οὔρεα μακρὰ μέγ᾽ ἀσχαλόων ἐνὶ θυμῷ

  ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη

  ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες

  σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων

  βήσσῃ ἐνὶ σκιερῇ, ἑ δ᾽ ἄρ᾽ ὑψόθεν ἔκ τινος ἄκρης

  470 ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι

  σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς:

  ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο

  θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν:

  οἴμησεν δ᾽ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει

  475 ἄμ πεδίον: τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν

  ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,

  οὕνεκ᾽ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.

  σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι:

  εὗρον δ᾽ Εὐρύπυλον κρατερόφρονα, τῷ δ᾽ ἅμ᾽ ἑταίρους

  480 πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ

  ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν

  πανσυδίῃ: τοῖς δ᾽ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ:

  ἀλλά σφεας Ὀδυσεύς τ᾽ ἠδὲ σθεναρὸς Διομήδης

  ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς

  485 ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.

  ὡς δ᾽ ὅτ᾽ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες

  κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας

  πάντοθεν ἐσσύμενοι, τοὶ δ᾽ ὄμμασι γλαυκιόωντες

  στρωφῶντ᾽ ἔνθω καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ

  490 πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,

  ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων

  σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες:

  βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν:

  οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι

  495 Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε

  μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ

  Ἀργείους: Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.

  αὐτίκα δ᾽ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην

  ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο:

  500 σμερδαλέον δ᾽ ἄρα πάντα περιπλατάγησε θέμεθλα

  ἕρκεος αἰπεινοῖο: δέος δ᾽ ἕλε πάντας Ἀχαιοὺς

  τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.

  ἀλλ᾽ οὐδ᾽ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,

  ἀλλ᾽ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,

  505 μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τ᾽ ἐν ὄρεσσιν

  ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται

  ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι

  ἐσσυμένως, τοὶ δ᾽ οὔτι βιαζόμενοι βελέεσσι

  χάζοντ᾽, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν:

  510 ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν

  μίμνον ἐν ὑσμίνῃ: τοῖς δ᾽ Εὐρύπυλος θρασυχάρμης

  ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων:

  ‘ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,

  οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα

  515 ἠλάσατ᾽, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν:

  νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ

  μάρνασθ᾽ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν:

  ἤν δέ ποτ᾽ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,

  ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας

  520 ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ᾽ ἅμα πάντες

  κείσεσθ᾽ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.’

  ὣς ἔφατ᾽ ἀκράαντον ἱεὶς ἔπος: οὐδέ τι ᾔδη

  ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν

  χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε

  525 δάμνασθ᾽ οὐ μετὰ δηρὸν ὑπ᾽ ἔγχεϊ μαιμώωντι

  οὐδὲ μὲν οὐδὲ τότ᾽ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,

  ἀλλ᾽ ἄρα Τρῶας ἔναιρεν ἀφ᾽ ἕρκεος: οἱ δ᾽ ἐφέβοντο

  βαλλόμενοι καθύπερθε: περικλονέοντο δ᾽ ἀνάγκῃ

  Εὐρυπύλῳ: πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει:

  530 ὡς δ᾽ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο

  πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι

  ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ:

  ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν

  ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο

  535 πᾶν θ᾽ ὅ τι χερσὶν ἕηκεν: ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,

  δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.

  οἱ δ᾽ ἄρ᾽ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ

  Τρῶες ἔφαντ᾽ Ἀχιλῆα πελώριον εἰσοράασθαι

  αὐτὸν ὁμῶς τεύχεσσι: καὶ ἀμφασίην ἀλεγεινὴν

  540 κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται

  ἐς φρένα Κητείων μηδ᾽ Εὐρυπύλοιο ἄνακτος:

  αὐτοῦ δ᾽ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες

  μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο:

  αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ᾽ ἀλεγεινόν.

  545 ὡς δ᾽ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες

  ἀνέρες ἀθρήσωσιν ἀπ᾽ οὔρεος ἀΐσσοντα

  χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,

  οὐδ᾽ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα

  δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον

  550 δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου:

  ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι

  τεῖχος ὔπ᾽ Ἀργείων: τοὺς δ᾽ Εὐρύπυλος θεοειδὴς

  αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον: ἦ γὰρ ἐώλπει

  πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα

  555 χεῖρα καμεῖν καὶ κάρτος: ὁ δ᾽ οὐκ ἀπέληγε μόθοιο.

  τῶν δ᾽ ἄρ᾽ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα

  κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα:

  βῆ δ᾽ ἄρ᾽ ὑπὲρ κορυφὰς ὀρέων: οὐδ᾽ ἴχνεσι γαίης

  ψαῦε μέγ᾽ ἐγκονέουσα: φέρεν δέ μιν ἱερὸς ἀὴρ

  560 εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ᾽ ἀνέμοιο.

  Τροίην δ᾽ αἶψ᾽ ἀφίκανε, πόδας δ᾽ ἐπέθηκε κολώνῃ

  Σιγέου ἠνεμόεντος: ἐδέρκετο δ᾽ ἔνθεν ἀϋτὴν

  ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.

  υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων

  565 θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τ᾽ ἀνδράσιν εἰς ἕν ἰόντα

  τεύχουσιν μέγα κῦδος: ὁ δ᾽ ἀμφοτέροισι κέκαστο,

  οὕνεκ᾽ ἔην Διὸς αἷμα, φίλῳ δ᾽ ἤικτο τοκῆι:

  τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.

  ὡς δ᾽ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης

  570 τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο

  νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ᾽ ὑπ᾽ ἀϋτμῇ

  μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης

  ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην

  εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ

  575 κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ᾽ ἄγρῃ:

  ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος

  λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα

  ἀντἲ ἐπεσσυμένων: πονέοντο δὲ πάντες Ἀχαιοὶ

  ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν: ἔβραχε δ᾽ εὐρὺς

  580 αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ

  τείχεα βαλλομένων. κάματος δ᾽ ὑπεδάμνατο λαοὺς

  ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ

  αἰζηῶν: ἀλλ᾽ οὔτι μενεπτολέμου Ἀχιλῆος

  ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ

  585 πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι

  ἥψατο μαρναμένοιο: μένος δ᾽ ἀκάμαντι ἐῴκει

  ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ

  οὔποτ᾽ ἰοῦσ᾽ ἐφόβησε, καὶ εἰ μέγα μαίνετ᾽ ἀήτης

  Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται

  590 ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ

  ἅψασθ᾽ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο:

  ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ

  οὔτε μόγος στονόεις οὔτ᾽ ἄρ δέος ἥψατο γούνων

  αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.

  595 οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε

  πολλῶν βαλλομένων: ἀλλ᾽ ὡς νιφάδες περὶ πέτρην

  πολλάκις ἠίχθησαν ἐτώσια: πάντα γὰρ εὐρὺ

  εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο:

  τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο

  600 φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων

  ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων

  πολλὸν ἔην ὄχ᾽ ἄριστος, ἔχεν δ᾽ ἔτι θυμὸν ὁμοκλῆς

  λευγαλέης ἀκόρητον, ἑοῦ δ᾽ ἄρα μήδετο πατρὸς

  τίσεσθ᾽ ἀλγινόεντα φόνον: κεχάροντο δ᾽ ἄνακτι

  605 Μυρμιδόνες: στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.

  Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,

  ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δ᾽ ἐρικυδέας υἷας,

  εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δ᾽ ἵππον ἐλάσσαι

 
Add Fast Bookmark
Load Fast Bookmark
Turn Navi On
Turn Navi On
Turn Navi On
Scroll Up
Turn Navi On
Scroll
Turn Navi On